Κυριακή, 26 Φεβρουαρίου 2012

ΠΡΟΣΕΥΧΗ ΚΑΤΑ ΤΟ ΜΕΤΡΟ ΤΩΝ ΚΔ΄ ΩΡΩΝ




Προσευχή

κατά τΟ μέτρον τΩν κδ΄ ΩρΩν

       Κύριε, ἀγαθήν μοι τὴν ἡμέραν ταύτην καὶ ἀναμάρτητον δώρησαι.

       Κύριε, ἀξίωσόν με ἀγαπᾶν σε ἐξ ὅλης μου τῆς καρδίας καὶ τῆς ψυχής, καὶ ἐξαρτᾶν ἀεὶ τὰ κατ’ἐμὲ τῇ θείᾳ προνοία σου.

       Κύριε, ἐμφύτευσον ἐν τῇ διανοίᾳ μου τὴν ἁγίαν σου μνήμην.

       Κύριε, δώρησαί μοι μακροθυμίαν, πραότητα καὶ ὑπομονήν.

       Κύριε, δώρησαί μοι κατάνυξιν, δάκρυα, καὶ μνήμην θανάτου.

       Κύριε, φώτισόν τὸ τριμερές τῆς ἀθλίας ψυχῆς μου, καὶ δίδαξόν με τὶ δεῖ ποιεῖν καὶ λέγειν.

       Κύριε δώρησαι τῷ ἁμαρτωλῷ τὸν ἁγνότατον φόβον σου, καὶ εὐχήν ἀέναον μετά κατανύξεως καὶ πλήθους δακρύων.

       Κύριε, δώρησαί μοι τῷ ἀναξίῳ δούλῳ σου πίστιν ἀκαταίσχυντον, ἐλπίδα βεβαίαν καὶ ἀγάπην ἀνυπόκριτον.

       Κύριε, ῥῦσαί με τῶν ῥυπαρῶν καὶ βλασφήμων καὶ ἀκαθάρτων λογισμῶν· ὅτι λίαν εἰμὶ ἀσθενὴς ὁ ταλαίπωρος καὶ τῇ ψυχῇ, καὶ τῇ σαρκὶ καὶ τῇ γνώμῃ καὶ τῷ λογισμῷ.


       Κύριε, ῥῦσαί με τῆς καταλαλιᾶς, τῆς κατακρίσεως, τῆς ἀργολογίας, τοῦ ψεύδους, τῆς καυχήσεως καὶ ὑποκρίσεως, καὶ δώρησαί μοι ὁμιλεῖν τοῖς ἀδελφοῖς μου μετὰ πάσης προσοχῆς καὶ πραότητος.

       Κύριε, ῥῦσαί με τῶν πτωμάτων τῆς γλώσσης μου· ὅτι καθ’ ἑκάστην δι’ αὐτῆς ἁμαρτάνω ὁ τάλας καί οὐκ αἰσθάνομαι.

       Κύριε, μή λυπήσεις με ὑπέρ ὧν ἐγώ ἐλύπησα τὴν σὴν ἀγαθότητα.

       Κύριε, μὴ ἄρῃς με ἐντεῦθεν ἄκαρπον καὶ ἀνέτοιμον.

       Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων.

       Κύριε, λύτρωσαί με τῆς φιληδονίας, τῆς φιλοδοξίας, τῆς φιλαργυρίας καὶ της φιλαυτίας τῆς μητρός πάντων τῶν παθών.

       Κύριε, οἷς τρόποις οἶδας, καὶ οἷς τρόποις ἐπίστασαι, σῷσόν με τὸν ἀνάξιον δοῦλόν σου· τὸ γὰρ ὅλον τῆς ἐμῆς σωτηρίας ἐν τοῖς σοῖς οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ κεῖται.

       Κύριε, οὐδέν ἀγαθόν ἐποίησα μέχρι τοῦ νῦν· δέομαί σου, δός μοι διὰ τὴν σὴν χρηστότητα βαλεῖν ἀρχὴν ἀγαθήν· ὅτι ἄνευ τῆς σῆς χάριτος καὶ βοηθείας, οὐ μόνον οὐδὲν ἀγαθόν ποιῆσαι δύναμαι, ἀλλ’ οὐδέ ὅλως ἀρχήν ἀγαθοῦ ἐννοῆσαι δυνατόν.

       Κύριε, ἐν τῷ παρόντι αἰῶνι κόλασόν με καὶ μὴ ἐν τῷ μέλλοντι.

       Κύριε, πυρίκαυστον, σκωληκόβρωτον, θηριάλωτον, καὶ εἰς πᾶσαν ἄλλην καὶ παντοίαν βάσανον ἐμπεσεῖν ἐνταῦθα με ἔασον, μόνον τῆς οὐρανίου βασιλείας σου μὴ ὑστερήσῃς με.

       Κύριε, ἐξαφάνισον τὸν ἐξ ἀφροσύνης καὶ ὑπερηφανίας μου ἐπενεχθέντα μοι πειρασμὸν καὶ καταίσχυνον αὐτόν.

       Κύριε, ἐγὼ μεν ὡς ἄνθρωπος ἥμαρτον· σὺ δὲ ὡς Θεὸς συγχώρησον.

       Κύριε, ἀξίωσόν με νεκρωθῆναι ὅλως τῷ κόσμῳ.

       Κύριε, τὸ σὸν καὶ μὴ τὸ ἐμὸν γενέσθω θέλημα.

       Κύριε Ἰησοῦ Χριστέ, τὸ σωτήριον ὄνομα, ἐλευθερωτὰ τοῦ ἀνθρωπίνου γένους, ἐλέησόν με τὸν ὠνητόν τῷ τιμίῳ σου αἵματι, πρεσβείαις τῆς παναχράντου σου Μητρός καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου