ΠΡΙΝ ΑΠΟ ΤΟ ΓΕΥΜΑ
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε
Ἱησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον ἡμᾶς. Ἀμήν. Δόξα σοι ὁ Θεός ημών,δόξα σοι.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γεννηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ,
πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἱησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί σῶσον
ἡμᾶς. Ἀμήν.
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΟ ΓΕΥΜΑ
Εὐχαριστοῦμέν σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς ἐπουρανίου σου βασιλείας· ἀλλ᾿ ὡς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ᾿ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´).
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἱησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί
σῶσον ἡμᾶς. Ἀμήν.
ΠΡΙΝ ΑΠΟ ΤΟ ΔΕΙΠΝΟ
Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.
Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´).
Χριστὲ ὁ Θεός, εὐλόγησον τὴν βρῶσιν καὶ τὴν πόσιν τῶν δούλων σου, ὅτι Ἅγιος εἶ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἱησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί
σῶσον ἡμᾶς. Ἀμήν.
ΕΥΧΑΡΙΣΤΙΑ ΜΕΤΑ ΤΟ ΔΕΙΠΝΟ
Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμασί σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθημεν. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσομεν· ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισας ἡμᾶς.
Δόξα... Καὶ νῦν... Κύριε, ἐλέησον (γ´).
Δι’
εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἱησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον καί
σῶσον ἡμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου